Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.190 Joseph. AJ 11.196 (English) >>Joseph. AJ 11.201

11.194οὐδεμία γὰρ τοῦ συνοικοῦντος ἀνδρὸς αἰδῶ ποιήσεται παράδειγμα τὴν τῆς βασιλίσσης ὑπερηφανίαν πρὸς σὲ τὸν κρατοῦντα ἁπάντων ἔχουσα. παρακελευομένου δὲ τὴν οὕτως ἐνυβρίζουσαν αὐτῷ ζημιῶσαι μεγάλην ζημίαν καὶ τοῦτο ποιήσαντα διαγγεῖλαι τοῖς ἔθνεσιν τὰ περὶ τῆς βασιλίσσης κεκυρωμένα, ἔδοξε τὴν Ἄστην ἐκβαλεῖν καὶ δοῦναι τὴν ἐκείνης τιμὴν ἑτέρᾳ γυναικί. 11.195

Διακείμενος δὲ πρὸς αὐτὴν ἐρωτικῶς καὶ μὴ φέρων τὴν διάζευξιν, καταλλαγῆναι μὲν αὐτῇ διὰ τὸν νόμον οὐκ ἐδύνατο, λυπούμενος δὲ ὡς ἐπʼ ἀδυνάτοις οἷς ἤθελεν διετέλει. βλέποντες δʼ αὐτὸν οὕτως ἔχοντα χαλεπῶς οἱ φίλοι συνεβούλευον τὴν μὲν τῆς γυναικὸς μνήμην καὶ τὸν ἔρωτα μηδὲν ὠφελούμενον ἐκβαλεῖν, 11.196ζητῆσαι δὲ περιπέμψαντα καθʼ ὅλην τὴν οἰκουμένην παρθένους εὐπρεπεῖς, ὧν τὴν προκριθεῖσαν ἕξειν γυναῖκα· σβέννυσθαι γὰρ τὸ πρὸς τὴν προτέραν φιλόστοργον ἑτέρας ἐπεισαγωγῇ, καὶ τὸ πρὸς ἐκείνην εὔνουν ἀποσπώμενον κατὰ μικρὸν γίνεσθαι τῆς συνούσης. 11.197πεισθεὶς δὲ τῇ συμβουλίᾳ ταύτῃ προσέταξέ τισιν ἐπιλεξαμένους τὰς εὐδοκιμούσας ἐπʼ εὐμορφίᾳ τῶν ἐν τῇ βασιλείᾳ παρθένων ἀγαγεῖν πρὸς αὐτόν. 11.198συναχθεισῶν δὲ πολλῶν εὑρέθη τις ἐν Βαβυλῶνι κόρη τῶν γονέων ἀμφοτέρων ὀρφανὴ παρὰ τῷ θείῳ Μαρδοχαίῳ, τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ, τρεφομένη· οὗτος δʼ ἦν ἐκ τῆς Βενιαμίτιδος φυλῆς, τῶν δὲ πρώτων παρὰ τοῖς Ἰουδαίοις.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.190 Joseph. AJ 11.196 (English) >>Joseph. AJ 11.201

Powered by PhiloLogic